1co 1:6 UGNT
逐节对照
交叉引用
  • Acts 22:18 - καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ Ἰερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.
  • 2 Thessalonians 1:10 - ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
  • Acts 20:24 - ἀλλ’ οὐδενὸς λόγου ποιοῦμαι τὴν ψυχὴν τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου, καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
  • Acts 11:21 - καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν; πολύς τε ἀριθμὸς ὁ πιστεύσας, ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
  • Revelation 1:9 - ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν, καὶ συνκοινωνὸς ἐν τῇ θλίψει, καὶ βασιλείᾳ, καὶ ὑπομονῇ, ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
  • Hebrews 2:3 - πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας? ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;
  • Hebrews 2:4 - συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε, καὶ τέρασιν, καὶ ποικίλαις δυνάμεσιν, καὶ Πνεύματος Ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.
  • Galatians 3:5 - ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως?
  • Romans 15:19 - ἐν δυνάμει σημείων καὶ τεράτων ἐν δυνάμει Πνεύματος Θεοῦ; ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ;
  • Acts 11:17 - εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν?
  • Acts 28:23 - ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο, διαμαρτυρόμενος τὴν Βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως, καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας.
  • 2 Corinthians 12:12 - τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ— σημείοις τε, καὶ τέρασιν, καὶ δυνάμεσιν.
  • Mark 16:20 - Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.]
  • 1 Corinthians 2:1 - κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Θεοῦ.
  • 1 Corinthians 2:2 - οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.
  • Acts 20:21 - διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν, τὴν εἰς Θεὸν μετάνοιαν καὶ πίστιν εἰς τὸν Κύριον ἡμῶν, Ἰησοῦν
  • Revelation 12:11 - καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ Ἀρνίου, καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου.
  • Acts 18:5 - ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις, εἶναι τὸν Χριστὸν, Ἰησοῦν.
  • Revelation 6:9 - καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου, τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον.
  • Acts 23:11 - τῇ δὲ ἐπιούσῃ νυκτὶ, ἐπιστὰς αὐτῷ, ὁ Κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
  • Revelation 12:17 - καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.
  • Revelation 19:10 - καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι, ὅρα μή; σύνδουλός σού εἰμι, καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ; τῷ Θεῷ προσκύνησον. ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.
  • 1 Timothy 2:6 - ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις;
  • Revelation 1:2 - ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν.
  • 2 Timothy 1:8 - μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ, τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συνκακοπάθησον τῷ εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ;
逐节对照交叉引用