1co 11:11 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 12:12 - καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός.
  • 1 Corinthians 12:13 - καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.
  • 1 Corinthians 12:14 - καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
  • 1 Corinthians 12:15 - ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
  • 1 Corinthians 12:16 - καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
  • 1 Corinthians 12:17 - εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή? εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις?
  • 1 Corinthians 12:18 - νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.
  • 1 Corinthians 12:19 - εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα?
  • 1 Corinthians 12:20 - νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
  • 1 Corinthians 12:21 - οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, χρείαν σου οὐκ ἔχω; ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω.
  • 1 Corinthians 12:22 - ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν;
  • 1 Corinthians 7:10 - τοῖς δὲ γεγαμηκόσιν, παραγγέλλω (οὐκ ἐγὼ, ἀλλὰ ὁ Κύριος), γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι
  • 1 Corinthians 7:11 - (ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω) καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
  • 1 Corinthians 7:12 - τοῖς δὲ λοιποῖς λέγω (ἐγώ, οὐχ ὁ Κύριος), εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.
  • 1 Corinthians 7:13 - καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
  • 1 Corinthians 7:14 - ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί; καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ; ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν; νῦν δὲ ἅγιά ἐστιν.
  • Galatians 3:28 - οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
逐节对照交叉引用