1co 11:4 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 14:1 - διώκετε τὴν ἀγάπην; ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
  • 1 Corinthians 14:2 - ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ Θεῷ; οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια.
  • 1 Corinthians 14:3 - ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν, καὶ παράκλησιν, καὶ παραμυθίαν.
  • 1 Corinthians 14:4 - ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ; ὁ δὲ προφητεύων, ἐκκλησίαν οἰκοδομεῖ.
  • 1 Corinthians 14:5 - θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε; μείζων δὲ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
  • 1 Corinthians 14:6 - νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ διδαχῇ?
  • 1 Corinthians 14:7 - ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον?
  • 1 Corinthians 14:8 - καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον?
  • 1 Corinthians 14:9 - οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης, ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον? ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
  • 1 Corinthians 14:10 - τοσαῦτα εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον.
  • 1 Corinthians 14:11 - ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
  • 1 Corinthians 14:12 - οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε.
  • 1 Corinthians 14:13 - διὸ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ.
  • 1 Corinthians 14:14 - ἐὰν προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
  • 1 Corinthians 14:15 - τί οὖν ἐστιν? προσεύξομαι τῷ Πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. ψαλῶ τῷ Πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
  • 1 Corinthians 14:16 - ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ, τὸ ἀμήν, ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις, οὐκ οἶδεν?
  • 1 Corinthians 14:17 - σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
  • 1 Corinthians 14:18 - εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον, γλώσσαις λαλῶ;
  • 1 Corinthians 14:19 - ἀλλὰ ἐν ἐκκλησίᾳ, θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
  • 1 Corinthians 14:20 - ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ, νηπιάζετε, ταῖς δὲ φρεσὶν, τέλειοι γίνεσθε.
  • 1 Corinthians 14:21 - ἐν τῷ νόμῳ γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων, λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος.
  • 1 Corinthians 14:22 - ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις; ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
  • 1 Corinthians 14:23 - ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε?
  • 1 Corinthians 14:24 - ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
  • 1 Corinthians 14:25 - τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.
  • 1 Corinthians 12:10 - ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνία γλωσσῶν.
  • 1 Corinthians 11:14 - οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν;
  • 1 Corinthians 12:28 - καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
逐节对照交叉引用