1co 12:1 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 10:1 - οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
  • 1 Thessalonians 4:13 - οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα.
  • 2 Corinthians 1:8 - οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.
  • Ephesians 4:11 - καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
  • 2 Peter 3:8 - ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία.
  • 1 Corinthians 14:1 - διώκετε τὴν ἀγάπην; ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
  • 1 Corinthians 14:2 - ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ Θεῷ; οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια.
  • 1 Corinthians 14:3 - ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν, καὶ παράκλησιν, καὶ παραμυθίαν.
  • 1 Corinthians 14:4 - ὁ λαλῶν γλώσσῃ, ἑαυτὸν οἰκοδομεῖ; ὁ δὲ προφητεύων, ἐκκλησίαν οἰκοδομεῖ.
  • 1 Corinthians 14:5 - θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε; μείζων δὲ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
  • 1 Corinthians 14:6 - νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω, ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ διδαχῇ?
  • 1 Corinthians 14:7 - ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον?
  • 1 Corinthians 14:8 - καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον?
  • 1 Corinthians 14:9 - οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης, ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον? ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
  • 1 Corinthians 14:10 - τοσαῦτα εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον.
  • 1 Corinthians 14:11 - ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.
  • 1 Corinthians 14:12 - οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε.
  • 1 Corinthians 14:13 - διὸ ὁ λαλῶν γλώσσῃ, προσευχέσθω ἵνα διερμηνεύῃ.
  • 1 Corinthians 14:14 - ἐὰν προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
  • 1 Corinthians 14:15 - τί οὖν ἐστιν? προσεύξομαι τῷ Πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. ψαλῶ τῷ Πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
  • 1 Corinthians 14:16 - ἐπεὶ ἐὰν εὐλογῇς πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ, τὸ ἀμήν, ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις, οὐκ οἶδεν?
  • 1 Corinthians 14:17 - σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
  • 1 Corinthians 14:18 - εὐχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν μᾶλλον, γλώσσαις λαλῶ;
  • 1 Corinthians 14:37 - εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν, ὅτι Κυρίου ἐστὶν ἐντολή.
  • 1 Corinthians 12:4 - διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ Πνεῦμα;
  • 1 Corinthians 12:5 - καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς Κύριος;
  • 1 Corinthians 12:6 - καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, καὶ ὁ αὐτὸς Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
  • 1 Corinthians 12:7 - ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον.
  • 1 Corinthians 12:8 - ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα,
  • 1 Corinthians 12:9 - ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι,
  • 1 Corinthians 12:10 - ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνία γλωσσῶν.
  • 1 Corinthians 12:11 - πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
逐节对照交叉引用