1co 12:27 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 12:12 - καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός.
  • 1 Corinthians 12:14 - καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
  • 1 Corinthians 12:15 - ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
  • 1 Corinthians 12:16 - καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
  • 1 Corinthians 12:17 - εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή? εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις?
  • 1 Corinthians 12:18 - νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.
  • 1 Corinthians 12:19 - εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα?
  • 1 Corinthians 12:20 - νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
  • Colossians 1:18 - καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, ὅς ἐστιν ἡ ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων;
  • Ephesians 5:23 - ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς Σωτὴρ τοῦ σώματος.
  • Colossians 1:24 - νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία;
  • Ephesians 1:23 - ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
  • Romans 12:5 - οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη.
  • Ephesians 5:30 - ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
  • Ephesians 4:12 - πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
逐节对照交叉引用