1co 12:7 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 14:17 - σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.
  • 1 Corinthians 14:22 - ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις; ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
  • 1 Corinthians 14:23 - ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε?
  • 1 Corinthians 14:24 - ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
  • 1 Corinthians 14:25 - τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.
  • 1 Corinthians 14:26 - τί οὖν ἐστιν, ἀδελφοί? ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνίαν ἔχει. πάντα πρὸς οἰκοδομὴν γινέσθω.
  • Matthew 25:14 - ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν, ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ.
  • Matthew 25:15 - καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.
  • Matthew 25:16 - πορευθεὶς, ὁ τὰ πέντε τάλαντα λαβὼν, ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε τάλαντα.
  • Matthew 25:17 - ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησεν ἄλλα δύο.
  • Matthew 25:18 - ὁ δὲ τὸ ἓν λαβὼν, ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
  • Matthew 25:19 - μετὰ δὲ πολὺν χρόνον, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει λόγον μετ’ αὐτῶν.
  • Matthew 25:20 - καὶ προσελθὼν ὁ, τὰ πέντε τάλαντα λαβὼν, προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας, ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα.
  • Matthew 25:21 - ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω; εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
  • Matthew 25:22 - προσελθὼν καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας. ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα.
  • Matthew 25:23 - ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω; εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
  • Matthew 25:24 - προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας.
  • Matthew 25:25 - καὶ φοβηθεὶς ἀπελθὼν, ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. ἴδε, ἔχεις τὸ σόν.
  • Matthew 25:26 - ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα?
  • Matthew 25:27 - ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζείταις, καὶ ἐλθὼν, ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
  • Matthew 25:28 - ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.
  • Matthew 25:29 - τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
  • Matthew 25:30 - καὶ τὸν ἀχρεῖον δοῦλον, ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον; ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
  • 1 Corinthians 14:5 - θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε; μείζων δὲ ὁ προφητεύων, ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
  • Ephesians 4:7 - ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
  • Ephesians 4:8 - διὸ λέγει, ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
  • Ephesians 4:9 - τὸ δὲ, ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς?
  • Ephesians 4:10 - ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
  • Ephesians 4:11 - καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
  • Ephesians 4:12 - πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
  • 1 Corinthians 14:12 - οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας, ζητεῖτε ἵνα περισσεύητε.
  • 1 Corinthians 14:19 - ἀλλὰ ἐν ἐκκλησίᾳ, θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
  • 1 Peter 4:10 - ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ.
  • 1 Peter 4:11 - εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ; εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν!
  • Romans 12:6 - ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα: εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως;
  • Romans 12:7 - εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ; εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ;
  • Romans 12:8 - εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει; ὁ μεταδιδοὺς, ἐν ἁπλότητι; ὁ προϊστάμενος, ἐν σπουδῇ; ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
逐节对照交叉引用