1co 13:7 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 9:18 - τίς οὖν μού ἐστιν ὁ μισθός? ἵνα εὐαγγελιζόμενος ἀδάπανον, θήσω τὸ εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
  • 1 Corinthians 9:19 - ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω.
  • 1 Corinthians 9:20 - καὶ ἐγενόμην τοῖς Ἰουδαίοις, ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω; τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω;
  • 1 Corinthians 9:21 - τοῖς ἀνόμοις, ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεοῦ, ἀλλ’ ἔννομος Χριστοῦ, ἵνα κερδάνω τοὺς ἀνόμους.
  • 1 Corinthians 9:22 - ἐγενόμην τοῖς ἀσθενέσιν, ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
  • Luke 7:37 - καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός; καὶ ἐπιγνοῦσα ὅτι κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου,
  • Luke 7:38 - καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ.
  • Luke 7:39 - ἰδὼν δὲ ὁ Φαρισαῖος, ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ λέγων, οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
  • 2 Corinthians 11:8 - ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν;
  • 2 Corinthians 11:9 - καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐθενός; τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας, καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
  • 2 Corinthians 11:10 - ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας.
  • 2 Corinthians 11:11 - διὰ τί? ὅτι οὐκ ἀγαπῶ ὑμᾶς? ὁ Θεὸς οἶδεν!
  • 2 Corinthians 11:12 - ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.
  • Luke 7:44 - καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, βλέπεις ταύτην τὴν γυναῖκα? εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας; αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
  • Luke 7:45 - φίλημά μοι οὐκ ἔδωκας; αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον, οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
  • Luke 7:46 - ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας; αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
  • Hebrews 13:13 - τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες;
  • Luke 19:4 - καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
  • Luke 19:5 - καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας, ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
  • Luke 19:6 - καὶ σπεύσας, κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
  • Luke 19:7 - καὶ ἰδόντες, πάντες διεγόγγυζον λέγοντες, ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
  • Luke 19:8 - σταθεὶς δὲ, Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον, ἰδοὺ, τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, Κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
  • Luke 19:9 - εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν;
  • Luke 19:10 - ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
  • Romans 8:24 - τῇ γὰρ ἐλπίδι ἐσώθημεν; ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς; ὃ γὰρ βλέπει τις, ἐλπίζει?
  • Matthew 10:22 - καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου; ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
  • 2 Timothy 3:11 - τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις; οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων, με ἐρρύσατο ὁ Κύριος.
  • Romans 15:1 - ὀφείλομεν δὲ ἡμεῖς, οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
  • 2 Thessalonians 1:4 - ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐνκαυχᾶσθαι, ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν, καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν, καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε;
  • James 1:12 - μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
  • Galatians 6:2 - ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
  • 2 Timothy 4:5 - σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
  • 2 Timothy 2:3 - συνκακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.
  • 2 Timothy 2:4 - οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
  • 2 Timothy 2:5 - ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
  • 2 Timothy 2:6 - τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
  • 2 Timothy 2:7 - νόει ὃ λέγω, δώσει γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν.
  • 2 Timothy 2:8 - μνημόνευε Ἰησοῦν Χριστὸν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυείδ, κατὰ τὸ εὐαγγέλιόν μου,
  • 2 Timothy 2:9 - ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται!
  • 2 Timothy 2:10 - διὰ τοῦτο, πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
  • 1 Corinthians 9:12 - εἰ ἄλλοι τῆς ὑμῶν ἐξουσίας μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς? ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μή τινα ἐνκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
  • 1 Peter 2:24 - ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν; οὗ τῷ μώλωπι ἰάθητε.
  • 1 Corinthians 13:4 - ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται; ἡ ἀγάπη οὐ ζηλοῖ; ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
  • 2 Timothy 2:24 - δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,
  • 1 Peter 4:8 - πρὸ πάντων, τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν;
逐节对照交叉引用