1co 14:40 NA28
逐节对照
交叉引用
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13:13 - ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 11:34 - εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:26 - Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:27 - εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:28 - ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:29 - προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:30 - ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:31 - δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:32 - καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 14:33 - οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλ’ εἰρήνης. Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων
  • ΠΡΟΣ ΤΙΤΟΝ 1:5 - Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
  • ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:5 - εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
逐节对照交叉引用