1co 15:5 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 9:5 - μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν, γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς?
  • Acts 10:41 - οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.
  • Luke 24:34 - λέγοντας, ὅτι ὄντως ἠγέρθη ὁ Κύριος, καὶ ὤφθη Σίμωνι.
  • Luke 24:35 - καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
  • Luke 24:36 - ταῦτα δὲ αὐτῶν λαλούντων, αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς, εἰρήνη ὑμῖν.
  • Luke 24:37 - πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι, ἐδόκουν πνεῦμα θεωρεῖν.
  • Luke 24:38 - καὶ εἶπεν αὐτοῖς, τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν?
  • Luke 24:39 - ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι ἐγώ εἰμι αὐτός. ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
  • Luke 24:40 - καὶ τοῦτο εἰπὼν, ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
  • Luke 24:41 - ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, ἔχετέ τι βρώσιμον ἐνθάδε?
  • Luke 24:42 - οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος.
  • Luke 24:43 - καὶ λαβὼν, ἐνώπιον αὐτῶν ἔφαγεν.
  • Luke 24:44 - εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.
  • Luke 24:45 - τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. καὶ εἶπεν αὐτοῖς,
  • Luke 24:46 - ὅτι οὕτως γέγραπται, παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ;
  • Luke 24:47 - καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ.
  • Luke 24:48 - ὑμεῖς μάρτυρες τούτων.
  • Luke 24:49 - καὶ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ’ ὑμᾶς; ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει, ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
  • 1 Corinthians 3:22 - εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα; πάντα ὑμῶν,
  • John 20:19 - οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, εἰρήνη ὑμῖν.
  • John 20:20 - καὶ τοῦτο εἰπὼν, ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ, ἰδόντες τὸν Κύριον.
  • John 20:21 - εἶπεν οὖν αὐτοῖς πάλιν, εἰρήνη ὑμῖν; καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
  • John 20:22 - καὶ τοῦτο εἰπὼν, ἐνεφύσησεν καὶ λέγει αὐτοῖς, λάβετε Πνεῦμα Ἅγιον.
  • John 20:23 - ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς; ἄν τινων κρατῆτε, κεκράτηνται.
  • John 20:24 - Θωμᾶς δὲ, εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς.
  • John 20:25 - ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
  • John 20:26 - καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν, εἰρήνη ὑμῖν.
  • John 1:42 - ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ, ὁ Ἰησοῦς εἶπεν, σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου; σὺ κληθήσῃ Κηφᾶς, (ὃ ἑρμηνεύεται, Πέτρος).
  • Acts 1:2 - ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου, οὓς ἐξελέξατο, ἀνελήμφθη;
  • Acts 1:3 - οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσεράκοντα, ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς Βασιλείας τοῦ Θεοῦ.
  • Acts 1:4 - καὶ συναλιζόμενος, παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων, μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου.
  • Acts 1:5 - ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι; ὑμεῖς δὲ ἐν Πνεύματι βαπτισθήσεσθε Ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
  • Acts 1:6 - οἱ μὲν οὖν συνελθόντες, ἠρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ?
  • Acts 1:7 - εἶπεν δὲ πρὸς αὐτούς, οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
  • Acts 1:8 - ἀλλὰ λήμψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες, ἔν τε Ἰερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.
  • Acts 1:9 - καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
  • Acts 1:10 - καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς,
  • Acts 1:11 - οἳ καὶ εἶπαν, ἄνδρες, Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν? οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
  • Acts 1:12 - τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ, Σαββάτου ἔχον ὁδόν.
  • Acts 1:13 - καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον, ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
  • Acts 1:14 - οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ, σὺν γυναιξὶν, καὶ Μαρία τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
  • 1 Corinthians 1:12 - λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.
  • Mark 16:14 - Ὕστερον δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον ἐκ νεκρῶν οὐκ ἐπίστευσαν.
逐节对照交叉引用