1co 16:13 UGNT
逐节对照
交叉引用
  • Hebrews 11:32 - καὶ τί ἔτι λέγω? ἐπιλείψει γὰρ με διηγούμενον ὁ χρόνος, περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυείδ τε καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν,
  • Hebrews 11:33 - οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
  • Hebrews 11:34 - ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
  • Luke 21:36 - ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ, δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
  • Revelation 16:15 - (ἰδοὺ, ἔρχομαι ὡς κλέπτης; μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.)
  • Luke 12:35 - ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι;
  • Luke 12:36 - καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ.
  • Luke 12:37 - μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν, ὁ Κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν, λέγω ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν, διακονήσει αὐτοῖς.
  • Luke 12:38 - κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι!
  • Luke 12:39 - τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
  • Luke 12:40 - καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.
  • Matthew 25:13 - γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν.
  • 2 Timothy 4:5 - σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
  • Matthew 24:42 - γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.
  • Matthew 24:43 - ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
  • Matthew 24:44 - διὰ τοῦτο καὶ, ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.
  • Revelation 3:2 - γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ, ἃ ἔμελλον ἀποθανεῖν; οὐ γὰρ εὕρηκά σου τὰ ἔργα, πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου.
  • Revelation 3:3 - μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.
  • Ephesians 3:16 - ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον;
  • 1 Thessalonians 5:6 - ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
  • Mark 14:37 - καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας; καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις? οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι?
  • Mark 14:38 - γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
  • 1 Corinthians 9:25 - πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται; ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
  • 1 Corinthians 9:26 - ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς οὐκ ἀδήλως; οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δέρων;
  • 1 Corinthians 9:27 - ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
  • Colossians 1:23 - εἴ γε ἐπιμένετε τῇ πίστει, τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
  • Colossians 1:11 - ἐν πάσῃ δυνάμει δυναμούμενοι, κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς;
  • Colossians 1:12 - εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί,
  • 2 Timothy 2:1 - σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.
  • 1 Timothy 6:12 - ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως; ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.
  • 1 Corinthians 14:20 - ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ, νηπιάζετε, ταῖς δὲ φρεσὶν, τέλειοι γίνεσθε.
  • Colossians 4:12 - ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.
  • Mark 13:33 - βλέπετε, ἀγρυπνεῖτε, καὶ προσεύχεσθε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
  • Mark 13:34 - ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
  • Mark 13:35 - γρηγορεῖτε οὖν; οὐκ οἴδατε γὰρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ, ἢ μεσονύκτιον, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ;
  • Mark 13:36 - μὴ ἐλθὼν ἐξαίφνης, εὕρῃ ὑμᾶς καθεύδοντας.
  • Mark 13:37 - ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε!
  • Colossians 4:2 - τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ;
  • 1 Peter 4:7 - πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς;
  • Matthew 26:41 - γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
  • 2 Corinthians 1:24 - οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν; τῇ γὰρ πίστει ἑστήκατε.
  • 1 Corinthians 15:1 - γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
  • 1 Corinthians 15:2 - δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
  • 2 Timothy 4:7 - τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα.
  • 2 Timothy 2:3 - συνκακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.
  • 2 Timothy 2:4 - οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματίαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
  • 2 Timothy 2:5 - ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
  • 1 Thessalonians 3:8 - ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ.
  • 1 Peter 5:8 - νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν, διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τινα καταπιεῖν;
  • Philippians 4:1 - ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.
  • Philippians 1:27 - μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου;
  • 2 Thessalonians 2:15 - ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν.
  • Philippians 4:13 - πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.
  • Galatians 5:1 - τῇ ἐλευθερίᾳ, ἡμᾶς Χριστὸς ἠλευθέρωσεν; στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
  • 2 Corinthians 12:9 - καὶ εἴρηκέν μοι, ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
  • 2 Corinthians 12:10 - διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ; ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
  • 1 Corinthians 15:58 - ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν Κυρίῳ.
  • Ephesians 6:10 - τοῦ λοιποῦ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ.
  • Ephesians 6:13 - διὰ τοῦτο, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι, στῆναι.
  • Ephesians 6:14 - στῆτε οὖν, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
  • Ephesians 6:15 - καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης.
  • Ephesians 6:16 - ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι.
  • Ephesians 6:17 - καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ;
  • Ephesians 6:18 - διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ, ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων;
逐节对照交叉引用