1co 2:3 UGNT
逐节对照
交叉引用
  • Acts 18:1 - μετὰ ταῦτα, χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον.
  • Acts 17:1 - διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
  • 2 Corinthians 11:29 - τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ? τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι?
  • 2 Corinthians 11:30 - εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας καυχήσομαι.
  • Acts 17:6 - μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες, ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν,
  • Acts 17:7 - οὓς ὑποδέδεκται Ἰάσων; καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν.
  • Acts 17:8 - ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.
  • Acts 17:9 - καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
  • Acts 17:10 - οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν.
  • Acts 17:11 - οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, καθ’ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως.
  • Acts 17:12 - πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων, καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
  • 2 Corinthians 4:7 - ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν;
  • 2 Corinthians 4:8 - ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι; ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι;
  • 2 Corinthians 4:9 - διωκόμενοι, ἀλλ’ οὐκ ἐνκαταλειπόμενοι; καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι;
  • 2 Corinthians 4:10 - πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ;
  • 2 Corinthians 4:11 - ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
  • 2 Corinthians 4:12 - ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
  • 2 Corinthians 10:1 - αὐτὸς δὲ ἐγὼ, Παῦλος, παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς.
  • 2 Corinthians 4:16 - διὸ οὐκ ἐνκακοῦμεν, ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
  • Acts 18:12 - Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
  • 2 Corinthians 6:4 - ἀλλ’ ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι: ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
  • 2 Corinthians 12:5 - ὑπὲρ τοῦ τοιούτου, καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ, οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις.
  • 2 Corinthians 12:6 - ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ; φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει ἐξ ἐμοῦ.
  • 2 Corinthians 12:7 - καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι.
  • 2 Corinthians 12:8 - ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ.
  • 2 Corinthians 12:9 - καὶ εἴρηκέν μοι, ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
  • 2 Corinthians 12:10 - διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ; ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
  • 2 Corinthians 13:9 - χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
  • Galatians 4:13 - οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς, εὐηγγελισάμην ὑμῖν τὸ πρότερον;
  • Galatians 4:14 - καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
  • Acts 20:18 - ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς, ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ’ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ’ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
  • Acts 20:19 - δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ δακρύων, καὶ πειρασμῶν, τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων;
  • 1 Corinthians 4:10 - ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ; ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί; ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
  • 1 Corinthians 4:11 - ἄχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν,
  • 1 Corinthians 4:12 - καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. λοιδορούμενοι, εὐλογοῦμεν; διωκόμενοι, ἀνεχόμεθα;
  • 1 Corinthians 4:13 - δυσφημούμενοι, παρακαλοῦμεν; ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
  • 2 Corinthians 4:1 - διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐνκακοῦμεν.
  • Acts 18:6 - ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπεν πρὸς αὐτούς, τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν; καθαρὸς ἐγώ. ἀπὸ τοῦ νῦν, εἰς τὰ ἔθνη πορεύσομαι.
  • 2 Corinthians 10:10 - ὅτι, αἱ ἐπιστολαὶ μέν, φησίν, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος.
  • 2 Corinthians 7:5 - καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν, οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ’ ἐν παντὶ θλιβόμενοι— ἔξωθεν μάχαι, ἔσωθεν φόβοι.
  • 2 Corinthians 13:4 - καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
逐节对照交叉引用