1co 3:21 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 1:12 - λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.
  • 1 Corinthians 1:13 - μεμέρισται ὁ Χριστός? μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε?
  • 1 Corinthians 1:14 - εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον,
  • 1 Corinthians 1:15 - ἵνα μή τις εἴπῃ, ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε.
  • 1 Corinthians 1:16 - ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον; λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
  • 1 Corinthians 1:17 - οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι; οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
  • 2 Corinthians 4:15 - τὰ γὰρ πάντα δι’ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων, τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
  • 2 Corinthians 4:5 - οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Ἰησοῦν Χριστὸν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
  • Romans 4:13 - οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως.
  • Revelation 21:7 - ὁ νικῶν κληρονομήσει ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεὸς, καὶ αὐτὸς ἔσται μοι υἱός.
  • 1 Corinthians 3:4 - ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, ἐγὼ Ἀπολλῶ, οὐκ ἄνθρωποί ἐστε?
  • 1 Corinthians 3:5 - τί οὖν ἐστιν Ἀπολλῶς? τί δέ ἐστιν Παῦλος? διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν.
  • 1 Corinthians 3:6 - ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ Θεὸς ηὔξανεν.
  • 1 Corinthians 3:7 - ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων, Θεός.
  • Romans 8:28 - οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ ὁ Θεὸς εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
  • 1 Corinthians 4:6 - ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι’ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τό μὴ ὑπὲρ ἃ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς, φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
  • Romans 8:32 - ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται?
逐节对照交叉引用