1co 3:23 UGNT
逐节对照
交叉引用
  • Ephesians 1:10 - εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν; ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς; ἐν αὐτῷ,
  • Philippians 2:8 - ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
  • Philippians 2:9 - διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
  • Philippians 2:10 - ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ, πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
  • Philippians 2:11 - καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρὸς.
  • Romans 14:8 - ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν; ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν.
  • Matthew 17:5 - ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς; καὶ ἰδοὺ, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα; ἀκούετε αὐτοῦ!
  • 1 Corinthians 6:19 - ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν, ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ? καὶ οὐκ ἐστὲ ἑαυτῶν,
  • 1 Corinthians 6:20 - ἠγοράσθητε γὰρ τιμῆς; δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.
  • 1 Corinthians 8:6 - ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν; καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.
  • Galatians 5:24 - οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
  • 1 Corinthians 7:22 - ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν; ὁμοίως ὁ ἐλεύθερος κληθεὶς, δοῦλός ἐστιν Χριστοῦ.
  • John 17:21 - ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
  • John 17:18 - καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον;
  • John 17:9 - ἐγὼ περὶ αὐτῶν ἐρωτῶ; οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν.
  • John 17:10 - καὶ τὰ ἐμὰ πάντα, σά ἐστιν; καὶ τὰ σὰ, ἐμά; καὶ δεδόξασμαι ἐν αὐτοῖς.
  • 2 Corinthians 10:7 - τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ’ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτως καὶ ἡμεῖς.
  • 1 Corinthians 15:23 - ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι: ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ,
  • 1 Corinthians 11:3 - θέλω δὲ ὑμᾶς εἰδέναι, ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεός.
  • Galatians 3:29 - εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ’ ἐπαγγελίαν κληρονόμοι.
逐节对照交叉引用