1co 7:23 UGNT
逐节对照
交叉引用
  • Matthew 23:8 - ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββεί; εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητὴς, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
  • Matthew 23:9 - καὶ Πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς; εἷς γάρ ἐστιν ὑμῶν ὁ Πατὴρ ὁ οὐράνιος.
  • Matthew 23:10 - μηδὲ κληθῆτε Καθηγηταί; ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς, ὁ Χριστός.
  • Matthew 23:11 - ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
  • 1 Peter 3:18 - ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἀπέθανεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκὶ, ζῳοποιηθεὶς δὲ πνεύματι;
  • Galatians 2:4 - διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν;
  • 1 Peter 1:18 - εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
  • 1 Peter 1:19 - ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ;
  • Revelation 5:9 - καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ Θεῷ ἐν τῷ αἵματί σου, ἐκ πάσης φυλῆς, καὶ γλώσσης, καὶ λαοῦ, καὶ ἔθνους,
  • Acts 20:28 - προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
  • Titus 2:14 - ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
  • 1 Corinthians 6:20 - ἠγοράσθητε γὰρ τιμῆς; δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.
逐节对照交叉引用