1co 9:6 UGNT
逐节对照
交叉引用
  • Acts 13:50 - οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
  • Acts 14:12 - ἐκάλουν τε τὸν Βαρναβᾶν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
  • Acts 15:36 - μετὰ δέ τινας ἡμέρας, εἶπεν πρὸς Βαρναβᾶν Παῦλος, ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πόλιν πᾶσαν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.
  • Acts 15:37 - Βαρναβᾶς δὲ ἐβούλετο συνπαραλαβεῖν καὶ τὸν Ἰωάννην, τὸν καλούμενον Μᾶρκον;
  • 1 Corinthians 4:11 - ἄχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν,
  • 1 Corinthians 4:12 - καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. λοιδορούμενοι, εὐλογοῦμεν; διωκόμενοι, ἀνεχόμεθα;
  • Acts 11:22 - ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν Ἰερουσαλὴμ περὶ αὐτῶν; καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως Ἀντιοχείας;
  • Acts 20:34 - αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται.
  • Acts 20:35 - πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, μακάριόν ἐστιν μᾶλλον, διδόναι ἢ λαμβάνειν.
  • 1 Thessalonians 2:9 - μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον; νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ.
  • Acts 4:36 - Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς, ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον, υἱὸς παρακλήσεως, Λευείτης, Κύπριος τῷ γένει,
  • Acts 18:3 - καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενεν παρ’ αὐτοῖς καὶ ἠργάζοντο, ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.
  • Acts 13:1 - ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι: ὅ τε Βαρναβᾶς, καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος.
  • Acts 13:2 - λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
  • 2 Thessalonians 3:7 - αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν,
  • 2 Thessalonians 3:8 - οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.
  • 2 Thessalonians 3:9 - οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν, εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
逐节对照交叉引用