1jn 4:21 UGNT
逐节对照
交叉引用
  • Matthew 5:43 - ἠκούσατε ὅτι ἐρρέθη, ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου.
  • 1 John 3:14 - ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. ὁ μὴ ἀγαπῶν, μένει ἐν τῷ θανάτῳ.
  • John 15:12 - αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
  • Romans 13:9 - τὸ γάρ, οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τῷ λόγῳ τούτῳ, ἀνακεφαλαιοῦται, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  • Romans 13:10 - ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται; πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
  • Romans 12:9 - ἡ ἀγάπη ἀνυπόκριτος; ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,
  • Romans 12:10 - τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι; τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
  • Galatians 5:6 - ἐν γὰρ Χριστῷ Ἰησοῦ, οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.
  • Luke 10:37 - ὁ δὲ εἶπεν, ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, πορεύου καὶ σὺ ποίει ὁμοίως.
  • 1 Peter 4:8 - πρὸ πάντων, τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν;
  • 1 Thessalonians 4:9 - περὶ δὲ τῆς φιλαδελφίας, οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, εἰς τὸ ἀγαπᾶν ἀλλήλους.
  • Matthew 22:37 - ὁ δὲ ἔφη αὐτῷ, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
  • Matthew 22:38 - αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
  • Matthew 22:39 - δευτέρα δὲ ὁμοία αὐτῇ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
逐节对照交叉引用