1pe 2:22 UGNT
逐节对照
交叉引用
  • Matthew 27:19 - καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
  • John 1:47 - εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ἴδε, ἀληθῶς Ἰσραηλείτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
  • John 8:46 - τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας? εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι?
  • Matthew 27:4 - λέγων, ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον, τί πρὸς ἡμᾶς? σὺ ὄψῃ.
  • Matthew 27:23 - ὁ δὲ ἔφη, τί γὰρ κακὸν ἐποίησεν? οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, σταυρωθήτω.
  • Matthew 27:24 - ἰδὼν δὲ ὁ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου; ὑμεῖς ὄψεσθε.
  • Luke 23:47 - ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον, ἐδόξαζεν τὸν Θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
  • Luke 23:41 - καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν; οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
  • Hebrews 7:26 - τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος;
  • Hebrews 7:27 - ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ; τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας.
  • Revelation 14:5 - καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί γὰρ εἰσιν.
  • Hebrews 9:28 - οὕτως καὶ ὁ Χριστός ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
  • 1 John 3:5 - καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.
  • 2 Corinthians 5:21 - τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.
  • Hebrews 4:15 - οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συνπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.
逐节对照交叉引用