1ti 2:10 UGNT
逐节对照
交叉引用
  • 1 Timothy 5:6 - ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.
  • 1 Timothy 5:7 - καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν.
  • 1 Timothy 5:8 - εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.
  • 1 Timothy 5:9 - χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,
  • 1 Timothy 5:10 - ἐν ἔργοις καλοῖς μαρτυρουμένη: εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.
  • Acts 9:39 - ἀναστὰς δὲ, Πέτρος συνῆλθεν αὐτοῖς, ὃν παραγενόμενον, ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι, κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.
  • Ephesians 2:10 - αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
  • Titus 2:14 - ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
  • Titus 3:8 - πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων, προΐστασθαι οἱ πεπιστευκότες Θεῷ. ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.
  • Acts 9:36 - ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβειθά, ἣ διερμηνευομένη λέγεται, Δορκάς. αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν, καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
  • 2 Peter 3:11 - τούτων οὕτως πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς? ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις,
  • 2 Peter 1:6 - ἐν δὲ τῇ γνώσει τὴν ἐνκράτειαν, ἐν δὲ τῇ ἐνκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
  • 2 Peter 1:7 - ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
  • 2 Peter 1:8 - ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν, εἰς τὴν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ἐπίγνωσιν;
  • 1 Peter 3:3 - ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
  • 1 Peter 3:4 - ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές.
  • 1 Peter 3:5 - οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
  • Revelation 2:19 - οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην, καὶ τὴν πίστιν, καὶ τὴν διακονίαν, καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
  • 1 Peter 2:12 - τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσωσιν τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
逐节对照交叉引用