1ti 2:4 UGNT
逐节对照
交叉引用
  • 1 Thessalonians 2:15 - τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων; καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
  • 1 Thessalonians 2:16 - κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι, ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
  • Hebrews 10:26 - ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
  • Mark 16:15 - Καὶ εἶπεν αὐτοῖς Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
  • Titus 1:1 - Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατ’ εὐσέβειαν
  • John 17:17 - ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ; ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.
  • John 14:6 - λέγει αὐτῷ ὁ Ἰησοῦς, ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.
  • Luke 24:47 - καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ.
  • Matthew 28:19 - πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος;
  • Luke 1:77 - τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
  • Luke 14:23 - καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος;
  • John 6:37 - πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ἐμὲ, οὐ μὴ ἐκβάλω ἔξω.
  • Revelation 14:6 - καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος, καὶ φυλὴν, καὶ γλῶσσαν, καὶ λαόν;
  • 2 Timothy 3:7 - πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
  • 2 Corinthians 5:17 - ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις; τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά.
  • 2 Corinthians 5:18 - τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ Χριστοῦ, καὶ δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς,
  • 2 Corinthians 5:19 - ὡς ὅτι Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς.
  • Romans 3:29 - ἢ Ἰουδαίων ὁ Θεὸς μόνον? οὐχὶ καὶ ἐθνῶν? ναὶ, καὶ ἐθνῶν,
  • Romans 3:30 - εἴπερ εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
  • 1 Timothy 4:10 - εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
  • Romans 10:12 - οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος; ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
  • Romans 10:13 - πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.
  • Romans 10:14 - πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν? πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν? πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος?
  • Romans 10:15 - πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν? καθὼς γέγραπται, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!
  • 2 Timothy 2:25 - ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,
  • John 3:15 - ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.
  • John 3:16 - οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
  • John 3:17 - οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.
  • Titus 2:11 - ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ, σωτήριος πᾶσιν ἀνθρώποις,
  • 2 Peter 3:9 - οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.
逐节对照交叉引用