2co 3:2 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 3:10 - κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ.
  • 2 Corinthians 12:15 - ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧσσον ἀγαπῶμαι?
  • 2 Corinthians 7:3 - πρὸς κατάκρισιν οὐ λέγω; προείρηκα γὰρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε, εἰς τὸ συναποθανεῖν καὶ συνζῆν.
  • 2 Corinthians 11:11 - διὰ τί? ὅτι οὐκ ἀγαπῶ ὑμᾶς? ὁ Θεὸς οἶδεν!
  • Philippians 1:7 - καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
  • 1 Thessalonians 1:8 - ἀφ’ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ, ἀλλ’ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι.
  • Romans 1:8 - πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
  • 1 Corinthians 9:1 - οὐκ εἰμὶ ἐλεύθερος? οὐκ εἰμὶ ἀπόστολος? οὐχὶ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἑόρακα? οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ?
  • 1 Corinthians 9:2 - εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι; ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς, ὑμεῖς ἐστε ἐν Κυρίῳ.
逐节对照交叉引用