2co 6:5 UGNT
逐节对照
交叉引用
  • 1 Timothy 4:10 - εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
  • Acts 23:35 - διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται, κελεύσας ἐν τῷ πραιτωρίῳ τοῦ Ἡρῴδου, φυλάσσεσθαι αὐτόν.
  • Acts 23:10 - πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
  • Acts 20:31 - διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
  • Mark 13:34 - ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
  • Mark 13:35 - γρηγορεῖτε οὖν; οὐκ οἴδατε γὰρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ, ἢ μεσονύκτιον, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ;
  • Mark 13:36 - μὴ ἐλθὼν ἐξαίφνης, εὕρῃ ὑμᾶς καθεύδοντας.
  • Mark 13:37 - ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε!
  • Acts 12:4 - ὃν καὶ πιάσας, ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
  • Acts 12:5 - ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ; προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν περὶ αὐτοῦ.
  • Acts 26:29 - ὁ δὲ Παῦλος, εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγὼ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
  • 1 Corinthians 7:5 - μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς, διὰ τὴν ἀκρασίαν ὑμῶν.
  • 1 Corinthians 15:10 - χάριτι δὲ Θεοῦ, εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ, οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλὰ ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί.
  • Hebrews 13:23 - γινώσκετε τὸν ἀδελφὸν ἡμῶν, Τιμόθεον, ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχειον ἔρχηται, ὄψομαι ὑμᾶς.
  • 2 Corinthians 1:8 - οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.
  • 2 Corinthians 1:9 - ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ, τῷ ἐγείροντι τοὺς νεκρούς;
  • 2 Corinthians 1:10 - ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύσεται; εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται;
  • Hebrews 11:36 - ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς.
  • Acts 28:16 - ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ’ ἑαυτὸν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ.
  • Acts 28:17 - ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς, συνκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς, ἐγώ, ἄνδρες, ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
  • Acts 14:23 - χειροτονήσαντες δὲ αὐτοῖς κατ’ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
  • Acts 18:12 - Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
  • Acts 18:13 - λέγοντες, ὅτι παρὰ τὸν νόμον, ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
  • Acts 18:14 - μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν;
  • Acts 18:15 - εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου, καὶ ὀνομάτων, καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί; κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
  • Acts 18:16 - καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
  • Acts 18:17 - ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
  • Matthew 9:15 - καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος? ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
  • Acts 28:30 - ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
  • 2 Timothy 4:5 - σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
  • Acts 21:27 - ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας
  • Acts 21:28 - κράζοντες, ἄνδρες, Ἰσραηλεῖται, βοηθεῖτε! οὗτός ἐστιν ὁ ἄνθρωπος, ὁ κατὰ τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου, πάντας πανταχῇ διδάσκων; ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
  • Acts 21:29 - ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
  • Acts 21:30 - ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ; καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
  • Acts 21:31 - ζητούντων τε αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συνχύννεται Ἰερουσαλήμ;
  • Acts 21:32 - ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας, κατέδραμεν ἐπ’ αὐτούς; οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
  • Acts 21:33 - τότε ἐγγίσας, ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
  • Acts 21:34 - ἄλλοι δὲ, ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ. μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
  • Acts 21:35 - ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν, διὰ τὴν βίαν τοῦ ὄχλου.
  • Ephesians 3:1 - τούτου χάριν, ἐγὼ Παῦλος, ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—
  • Matthew 14:10 - καὶ πέμψας, ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.
  • 1 Corinthians 4:11 - ἄχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν,
  • Acts 26:10 - ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις; καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν, κατήνεγκα ψῆφον.
  • 1 Thessalonians 2:9 - μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον; νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ.
  • 2 Timothy 1:8 - μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ, τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συνκακοπάθησον τῷ εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ;
  • Acts 24:27 - διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον; θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
  • Philippians 1:13 - ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι, ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν;
  • Revelation 2:10 - μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ, μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
  • Acts 22:23 - κραυγαζόντων τε αὐτῶν, καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
  • Acts 22:24 - ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα ἐπιγνῷ δι’ ἣν αἰτίαν οὕτως ἐπεφώνουν αὐτῷ.
  • Hebrews 13:17 - πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε; αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες; ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν, καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
  • Acts 13:3 - τότε νηστεύσαντες, καὶ προσευξάμενοι, καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
  • Acts 14:19 - ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
  • 2 Timothy 2:9 - ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται!
  • Acts 5:18 - καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
  • Acts 16:23 - πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς;
  • Acts 16:24 - ὃς παραγγελίαν τοιαύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
  • Matthew 14:3 - ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο, διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ.
  • Acts 19:23 - ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον, τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.
  • Acts 19:24 - Δημήτριος γάρ τις ὀνόματι ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν;
  • Acts 19:25 - οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν.
  • Acts 19:26 - καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας, ὁ Παῦλος οὗτος πείσας, μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ, οἱ διὰ χειρῶν γινόμενοι.
  • Acts 19:27 - οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν, τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν, εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.
  • Acts 19:28 - ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
  • Acts 19:29 - καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως; ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
  • Acts 19:30 - Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί;
  • Acts 19:31 - τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
  • Acts 19:32 - ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον; ἦν γὰρ ἡ ἐκκλησία συνκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
  • Acts 19:33 - ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων; ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
  • Acts 19:34 - ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
  • Acts 17:5 - ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν; καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον.
  • 2 Corinthians 11:27 - κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι;
  • 2 Corinthians 11:23 - διάκονοι Χριστοῦ εἰσιν? (παραφρονῶν λαλῶ), ὑπὲρ ἐγώ: ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
  • 2 Corinthians 11:24 - ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
  • 2 Corinthians 11:25 - τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;
逐节对照交叉引用