3jn 1:4 UGNT
逐节对照
交叉引用
  • John 12:35 - εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, ἔτι μικρὸν χρόνον, τὸ φῶς ἐν ὑμῖν ἐστιν. περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ; καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδεν ποῦ ὑπάγει.
  • John 12:36 - ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἀπελθὼν, ἐκρύβη ἀπ’ αὐτῶν.
  • 1 Corinthians 4:14 - οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ, νουθετῶ.
  • 1 Corinthians 4:15 - ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας; ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, ἐγὼ ὑμᾶς ἐγέννησα.
  • 1 Timothy 1:2 - Τιμοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει: χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
  • Galatians 2:14 - ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων, εἰ σὺ Ἰουδαῖος, ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν?
  • 2 Timothy 1:2 - Τιμοθέῳ ἀγαπητῷ τέκνῳ: χάρις, ἔλεος, εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
  • Philemon 1:10 - παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον;
  • Galatians 4:19 - τέκνα μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν—
逐节对照交叉引用