act 10:35 UGNT
逐节对照
交叉引用
  • Philippians 3:3 - ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
  • Romans 2:25 - περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς; ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου, ἀκροβυστία γέγονεν.
  • Romans 2:26 - ἐὰν οὖν ἡ ἀκροβυστία, τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται?
  • Romans 2:27 - καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.
  • Romans 2:28 - οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή;
  • Romans 2:29 - ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος; καὶ περιτομὴ καρδίας, ἐν Πνεύματι, οὐ γράμματι; οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ.
  • Ephesians 5:21 - ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
  • Romans 3:29 - ἢ Ἰουδαίων ὁ Θεὸς μόνον? οὐχὶ καὶ ἐθνῶν? ναὶ, καὶ ἐθνῶν,
  • Romans 3:30 - εἴπερ εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
  • Romans 2:13 - οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.
  • Romans 3:22 - δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας; οὐ γάρ ἐστιν διαστολή.
  • 1 Corinthians 12:13 - καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.
  • Acts 9:31 - ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος, ἐπληθύνετο.
  • Galatians 3:28 - οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
  • Colossians 1:6 - τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ;
  • Colossians 1:23 - εἴ γε ἐπιμένετε τῇ πίστει, τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
  • Colossians 1:24 - νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία;
  • Colossians 1:25 - ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ,
  • Colossians 1:26 - τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
  • Colossians 1:27 - οἷς ἠθέλησεν ὁ Θεὸς, γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης;
  • Luke 1:28 - καὶ εἰσελθὼν πρὸς αὐτὴν, ὁ ἄγγελος εἶπεν, χαῖρε, κεχαριτωμένη! ὁ Κύριος μετὰ σοῦ.
  • Ephesians 2:13 - νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
  • Ephesians 2:14 - αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ,
  • Ephesians 2:15 - τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,
  • Ephesians 2:16 - καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ;
  • Ephesians 2:17 - καὶ ἐλθὼν, εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς;
  • Ephesians 2:18 - ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν, οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.
  • Ephesians 3:6 - εἶναι τὰ ἔθνη, συνκληρονόμα, καὶ σύνσωμα, καὶ συνμέτοχα, τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ, διὰ τοῦ εὐαγγελίου;
  • Ephesians 3:7 - οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
  • Ephesians 3:8 - ἐμοὶ τῷ, ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι, τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ;
  • Ephesians 1:6 - εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ;
  • Romans 10:12 - οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος; ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
  • Romans 10:13 - πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.
  • Hebrews 11:4 - πίστει πλείονα θυσίαν, Ἂβελ παρὰ Κάϊν προσήνεγκεν τῷ Θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι’ αὐτῆς, ἀποθανὼν ἔτι λαλεῖ.
  • Hebrews 11:5 - πίστει Ἑνὼχ μετετέθη, τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός; πρὸ γὰρ τῆς μεταθέσεως, μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ.
  • Hebrews 11:6 - χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι; πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν, μισθαποδότης γίνεται.
  • Colossians 3:11 - ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.
  • 2 Corinthians 7:1 - ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
  • Acts 15:9 - καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
  • Acts 10:2 - εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.
逐节对照交叉引用