act 11:14 UGNT
逐节对照
交叉引用
  • John 6:68 - ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθα? ῥήματα ζωῆς αἰωνίου ἔχεις;
  • Acts 18:8 - Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ; καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο.
  • 1 Corinthians 1:16 - ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον; λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
  • Acts 10:43 - τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ, πάντα τὸν πιστεύοντα εἰς αὐτὸν.
  • Romans 1:16 - οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
  • Romans 1:17 - δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν; καθὼς γέγραπται, ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
  • Romans 10:9 - ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
  • Romans 10:10 - καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
  • John 4:53 - ἔγνω οὖν ὁ πατὴρ, ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὁ υἱός σου ζῇ; καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
  • Mark 16:16 - Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται; ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
  • John 12:50 - καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέν μοι ὁ Πατήρ, οὕτως λαλῶ.
  • Acts 10:6 - οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
  • Acts 2:39 - ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος, ὁ Θεὸς ἡμῶν.
  • Acts 10:32 - πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος; οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως παρὰ θάλασσαν.
  • Acts 10:33 - ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου.
  • Acts 16:31 - οἱ δὲ εἶπαν, πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν καὶ σωθήσῃ, σὺ καὶ ὁ οἶκός σου.
  • Acts 16:32 - καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
  • Acts 16:33 - καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη, αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα.
  • Acts 16:34 - ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ, πεπιστευκὼς τῷ Θεῷ.
  • John 20:31 - ταῦτα δὲ γέγραπται, ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
  • Luke 19:10 - ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
  • Acts 10:2 - εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.
  • John 6:63 - τὸ Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν; ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
  • Acts 10:22 - οἱ δὲ εἶπαν, Κορνήλιος, ἑκατοντάρχης ἀνὴρ δίκαιος, καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
  • Acts 16:15 - ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μένετε. καὶ παρεβιάσατο ἡμᾶς.
逐节对照交叉引用