act 13:28 UGNT
逐节对照
交叉引用
  • John 19:4 - ἐξῆλθεν πάλιν ἔξω ὁ Πειλᾶτος, καὶ λέγει αὐτοῖς, ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι αἰτίαν ἐν αὐτῷ οὐχ εὑρίσκω.
  • Luke 23:4 - ὁ δὲ Πειλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
  • Luke 23:5 - οἱ δὲ ἐπίσχυον λέγοντες, ὅτι ἀνασείει τὸν λαὸν, διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
  • John 19:12 - ἐκ τούτου ὁ Πειλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν; οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες, ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.
  • John 19:13 - ὁ οὖν Πειλᾶτος, ἀκούσας τῶν λόγων τούτων, ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ, Γαββαθᾶ.
  • John 19:14 - ἦν δὲ παρασκευὴ τοῦ Πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις, ἴδε, ὁ βασιλεὺς ὑμῶν!
  • John 19:15 - οἱ δὲ ἐκραύγασαν, ἆρον! ἆρον! σταύρωσον αὐτόν! λέγει αὐτοῖς ὁ Πειλᾶτος, τὸν βασιλέα ὑμῶν σταυρώσω? ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.
  • John 19:16 - τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. παρέλαβον δὲ τὸν Ἰησοῦν; ἀπήγαγον
  • Mark 15:13 - οἱ δὲ πάλιν ἔκραξαν, σταύρωσον αὐτόν!
  • Mark 15:14 - ὁ δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς, τί γὰρ κακόν ἐποίησεν? οἱ δὲ περισσῶς ἔκραξαν, σταύρωσον αὐτόν!
  • Mark 15:15 - ὁ δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ.
  • John 18:38 - λέγει αὐτῷ ὁ Πειλᾶτος, τί ἐστιν ἀλήθεια? καὶ τοῦτο εἰπὼν, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
  • Luke 23:21 - οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν.
  • Luke 23:22 - ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὗτος? οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.
  • Luke 23:23 - οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
  • Luke 23:24 - καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
  • Luke 23:25 - ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν, ὃν ᾐτοῦντο; τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
  • Acts 3:13 - ὁ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ, Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε, καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πειλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
  • Acts 3:14 - ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα, φονέα χαρισθῆναι ὑμῖν;
  • Matthew 27:19 - καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
  • Luke 23:14 - εἶπεν πρὸς αὐτούς, προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας, οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ.
  • Luke 23:15 - ἀλλ’ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς. καὶ ἰδοὺ, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
  • Luke 23:16 - παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.
  • Matthew 27:22 - λέγει αὐτοῖς ὁ Πειλᾶτος, τί οὖν ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν? λέγουσιν πάντες, σταυρωθήτω.
  • Matthew 27:23 - ὁ δὲ ἔφη, τί γὰρ κακὸν ἐποίησεν? οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, σταυρωθήτω.
  • Matthew 27:24 - ἰδὼν δὲ ὁ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου; ὑμεῖς ὄψεσθε.
  • Matthew 27:25 - καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
逐节对照交叉引用