act 13:35 UGNT
逐节对照
交叉引用
  • John 3:36 - ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον; ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.
  • Hebrews 11:5 - πίστει Ἑνὼχ μετετέθη, τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός; πρὸ γὰρ τῆς μεταθέσεως, μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ.
  • Luke 2:26 - καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου.
  • Acts 13:36 - Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν.
  • Acts 13:37 - ὃν δὲ ὁ Θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.
  • John 8:51 - ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
  • Acts 2:27 - ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
  • Acts 2:28 - ἐγνώρισάς μοι ὁδοὺς ζωῆς; πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
  • Acts 2:29 - ἄνδρες, ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυεὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
  • Acts 2:30 - προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ.
  • Acts 2:31 - προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾍδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
逐节对照交叉引用