act 16:31 UGNT
逐节对照
交叉引用
  • John 20:31 - ταῦτα δὲ γέγραπται, ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες, ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
  • John 6:40 - τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον; καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
  • Galatians 3:14 - ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
  • Acts 16:32 - καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
  • Acts 13:38 - γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες, ἀδελφοί, ὅτι διὰ τούτου, ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
  • Acts 13:39 - ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
  • Acts 8:36 - ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος, ἰδοὺ, ὕδωρ; τί κωλύει με βαπτισθῆναι?
  • John 6:47 - ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.
  • Acts 16:15 - ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μένετε. καὶ παρεβιάσατο ἡμᾶς.
  • Romans 11:16 - εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα; καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
  • Romans 5:1 - δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ,
  • Romans 5:2 - δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν, τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν; καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.
  • John 7:37 - ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς ἵστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων, ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.
  • John 7:38 - ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
  • Acts 15:11 - ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ, πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι.
  • John 3:15 - ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.
  • John 3:16 - οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
  • Acts 4:12 - καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
  • Galatians 3:22 - ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
  • Ephesians 2:7 - ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν, τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
  • Ephesians 2:8 - τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον;
  • Acts 18:8 - Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ; καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο.
  • John 11:25 - εἶπεν αὐτῇ ὁ Ἰησοῦς, ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή; ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται;
  • John 11:26 - καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. πιστεύεις τοῦτο?
  • Mark 16:16 - Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται; ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
  • Acts 11:13 - ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ, σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
  • Acts 11:14 - ὃς λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
  • Romans 10:9 - ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου, Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
  • Romans 10:10 - καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
  • Galatians 3:26 - πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ.
  • John 1:12 - ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
  • Acts 2:38 - Πέτρος δὲ πρὸς αὐτούς μετανοήσατε, φησίν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.
  • Acts 2:39 - ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται Κύριος, ὁ Θεὸς ἡμῶν.
  • John 3:36 - ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον; ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ’ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.
逐节对照交叉引用