act 2:27 UGNT
逐节对照
交叉引用
  • Acts 4:27 - συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πειλᾶτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
  • Luke 16:23 - καὶ ἐν τῷ ᾍδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
  • Acts 3:14 - ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα, φονέα χαρισθῆναι ὑμῖν;
  • Luke 1:35 - καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι; διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς Θεοῦ.
  • Acts 13:27 - οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν, τὰς κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.
  • Acts 13:28 - καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν.
  • Acts 13:29 - ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.
  • Acts 13:30 - ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν;
  • Acts 13:31 - ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες νῦν εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
  • Acts 13:32 - καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα. τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,
  • Acts 13:33 - ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν, ἀναστήσας Ἰησοῦν; ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
  • Acts 13:34 - ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά.
  • Acts 13:35 - διότι καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.
  • Acts 13:36 - Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν.
  • Acts 13:37 - ὃν δὲ ὁ Θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.
  • Matthew 11:23 - καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ? ἕως ᾍδου καταβήσῃ; ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
  • Mark 1:24 - λέγων, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ? ἦλθες ἀπολέσαι ἡμᾶς? οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ!
  • 1 John 2:20 - καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου, καὶ οἴδατε πάντες.
  • Revelation 3:7 - καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον: τάδε λέγει ὁ Ἅγιος, ὁ Ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυείδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει:
  • 1 Corinthians 15:52 - ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι; σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
  • 1 Corinthians 15:55 - ποῦ σου, θάνατε, τὸ νῖκος? ποῦ σου, θάνατε, τὸ κέντρον?
  • Luke 4:34 - ἔα! τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ? ἦλθες ἀπολέσαι ἡμᾶς? οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ.
  • John 11:39 - λέγει ὁ Ἰησοῦς, ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα, Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
  • Revelation 20:13 - καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.
  • Revelation 1:18 - καὶ ὁ ζῶν καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾍδου.
  • Acts 2:31 - προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾍδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
逐节对照交叉引用