act 2:7 UGNT
逐节对照
交叉引用
  • Matthew 26:73 - μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
  • Matthew 21:11 - οἱ δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
  • Acts 14:11 - οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς.
  • Acts 14:12 - ἐκάλουν τε τὸν Βαρναβᾶν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
  • Mark 1:27 - καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συνζητεῖν πρὸς αὐτοὺς λέγοντας, τί ἐστιν τοῦτο? διδαχὴ καινή κατ’ ἐξουσίαν! καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!
  • Acts 3:10 - ἐπεγίνωσκον δὲ αὐτὸν, ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ; καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
  • John 7:52 - ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ? ἐραύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται.
  • Mark 2:12 - καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεὸν λέγοντας, ὅτι οὕτως οὐδέποτε εἴδομεν.
  • Matthew 4:18 - περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν; ἦσαν γὰρ ἁλιεῖς.
  • Matthew 4:19 - καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
  • Matthew 4:20 - οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ.
  • Matthew 4:21 - καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν; καὶ ἐκάλεσεν αὐτούς.
  • Matthew 4:22 - οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ.
  • Acts 1:11 - οἳ καὶ εἶπαν, ἄνδρες, Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν? οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
  • Acts 2:12 - ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες, τί θέλει τοῦτο εἶναι?
逐节对照交叉引用