act 20:27 UGNT
逐节对照
交叉引用
  • 1 Corinthians 11:23 - ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο, ἔλαβεν ἄρτον
  • Galatians 4:16 - ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν?
  • John 15:15 - οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος. ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν.
  • Acts 26:22 - ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης, ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων, ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς,
  • Acts 26:23 - εἰ παθητὸς ὁ Χριστός; εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
  • Acts 20:35 - πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, μακάριόν ἐστιν μᾶλλον, διδόναι ἢ λαμβάνειν.
  • Acts 13:36 - Δαυεὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν.
  • Ephesians 1:11 - ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος, κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ;
  • Luke 7:30 - οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ, τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.)
  • Matthew 28:20 - διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. καὶ ἰδοὺ, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.
  • Galatians 1:7 - ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
  • Galatians 1:8 - ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω!
  • Galatians 1:9 - ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω!
  • Galatians 1:10 - ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν? ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν? εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
  • Acts 2:23 - τοῦτον τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες ἀνείλατε.
  • 2 Corinthians 4:2 - ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας, συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ.
  • 1 Thessalonians 2:4 - ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν; οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ Θεῷ, τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
  • Acts 20:20 - ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ’ οἴκους,
逐节对照交叉引用