act 22:1 UGNT
逐节对照
交叉引用
  • Acts 26:1 - Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, ἐπιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο:
  • Acts 26:2 - περὶ πάντων ὧν ἐνκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ, μέλλων σήμερον ἀπολογεῖσθαι.
  • Acts 23:1 - ἀτενίσας δὲ ὁ Παῦλος τῷ Συνεδρίῳ εἶπεν, ἄνδρες, ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
  • 1 Peter 3:15 - Κύριον δὲ τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν; ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον, περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
  • Luke 21:14 - θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι;
  • Acts 26:24 - ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, μαίνῃ, Παῦλε! τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει!
  • 2 Corinthians 7:11 - ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι, πόσην κατειργάσατο ὑμῖν σπουδήν: ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν! ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι.
  • Philippians 1:17 - οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
  • Acts 25:8 - τοῦ Παύλου ἀπολογουμένου, ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερὸν, οὔτε εἰς Καίσαρά, τι ἥμαρτον.
  • 2 Corinthians 12:19 - πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα? κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
  • Acts 19:33 - ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων; ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
  • 2 Timothy 4:16 - ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐνκατέλιπον; μὴ αὐτοῖς λογισθείη.
  • Romans 2:15 - οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου, γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συνμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων, τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,
  • Acts 13:26 - ἄνδρες, ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.
  • Acts 28:17 - ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς, συνκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. συνελθόντων δὲ αὐτῶν, ἔλεγεν πρὸς αὐτούς, ἐγώ, ἄνδρες, ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων,
  • Acts 25:16 - πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος, κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον, τε ἀπολογίας λάβοι περὶ τοῦ ἐνκλήματος.
  • Philippians 1:7 - καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συνκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
  • Luke 12:11 - ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε;
  • Acts 23:6 - γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραζεν ἐν τῷ Συνεδρίῳ, ἄνδρες, ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων; περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
  • 1 Corinthians 9:3 - ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη:
  • Acts 24:10 - ἀπεκρίθη τε ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι.
  • Acts 7:2 - ὁ δὲ ἔφη, ἄνδρες, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε! ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
逐节对照交叉引用