act 26:17 UGNT
逐节对照
交叉引用
  • Acts 23:10 - πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ’ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
  • Acts 23:11 - τῇ δὲ ἐπιούσῃ νυκτὶ, ἐπιστὰς αὐτῷ, ὁ Κύριος εἶπεν, θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
  • Acts 23:12 - γενομένης δὲ ἡμέρας, ποιήσαντες συστροφὴν, οἱ Ἰουδαῖοι ἀνεθεμάτισαν ἑαυτοὺς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
  • Acts 23:13 - ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι;
  • Acts 23:14 - οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν, ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
  • Acts 23:15 - νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ Συνεδρίῳ, ὅπως καταγάγῃ αὐτὸν εἰς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ; ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
  • Acts 23:16 - ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου, τὴν ἐνέδραν παραγενόμενος, καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλεν τῷ Παύλῳ.
  • Acts 23:17 - προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν, ἔφη, τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.
  • Acts 23:18 - ὁ μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγεν πρὸς τὸν χιλίαρχον, καὶ φησίν, ὁ δέσμιος, Παῦλος, προσκαλεσάμενός με, ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.
  • Acts 23:19 - ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ’ ἰδίαν, ἐπυνθάνετο, τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι?
  • Acts 23:20 - εἶπεν δὲ, ὅτι οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ Συνέδριον, ὡς μέλλων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
  • Acts 23:21 - σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν; καὶ νῦν εἰσιν ἕτοιμοι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
  • Acts 23:22 - ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας, μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ.
  • Acts 23:23 - καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν, εἶπεν, ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός.
  • Acts 23:24 - κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον, διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα,
  • 2 Corinthians 11:23 - διάκονοι Χριστοῦ εἰσιν? (παραφρονῶν λαλῶ), ὑπὲρ ἐγώ: ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
  • 2 Corinthians 11:24 - ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
  • 2 Corinthians 11:25 - τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;
  • 2 Corinthians 11:26 - ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις;
  • Acts 19:28 - ἀκούσαντες δὲ, καὶ γενόμενοι πλήρεις θυμοῦ, ἔκραζον λέγοντες, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
  • Acts 19:29 - καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως; ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον, συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου.
  • Acts 19:30 - Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί;
  • Acts 19:31 - τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
  • Acts 19:32 - ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον; ἦν γὰρ ἡ ἐκκλησία συνκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν.
  • Acts 19:33 - ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν Ἰουδαίων; ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
  • Acts 19:34 - ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων, μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.
  • Acts 19:35 - καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν, ἄνδρες, Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς?
  • Acts 19:36 - ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν.
  • Acts 19:37 - ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν.
  • Acts 19:38 - εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν; ἐγκαλείτωσαν ἀλλήλοις.
  • Acts 19:39 - εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
  • Acts 19:40 - καὶ γὰρ κινδυνεύομεν ἐνκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης.
  • Acts 19:41 - καὶ ταῦτα εἰπὼν, ἀπέλυσεν τὴν ἐκκλησίαν.
  • Acts 27:42 - τῶν δὲ στρατιωτῶν, βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ.
  • Acts 27:43 - ὁ δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν, ἀπορίψαντας πρώτους, ἐπὶ τὴν γῆν ἐξιέναι;
  • Acts 27:44 - καὶ τοὺς λοιποὺς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου; καὶ οὕτως ἐγένετο, πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
  • 2 Corinthians 1:8 - οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.
  • 2 Corinthians 1:9 - ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ, τῷ ἐγείροντι τοὺς νεκρούς;
  • 2 Corinthians 1:10 - ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς, καὶ ῥύσεται; εἰς ὃν ἠλπίκαμεν, ὅτι καὶ ἔτι ῥύσεται;
  • Romans 15:16 - εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.
  • Galatians 2:9 - καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν;
  • 2 Timothy 1:11 - εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ, καὶ ἀπόστολος, καὶ διδάσκαλος.
  • Acts 18:12 - Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα
  • Acts 18:13 - λέγοντες, ὅτι παρὰ τὸν νόμον, ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.
  • Acts 18:14 - μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν;
  • Acts 18:15 - εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου, καὶ ὀνομάτων, καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί; κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
  • Acts 18:16 - καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
  • Acts 21:28 - κράζοντες, ἄνδρες, Ἰσραηλεῖται, βοηθεῖτε! οὗτός ἐστιν ὁ ἄνθρωπος, ὁ κατὰ τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου, πάντας πανταχῇ διδάσκων; ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
  • Acts 21:29 - ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
  • Acts 21:30 - ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ; καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
  • Acts 21:31 - ζητούντων τε αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης, ὅτι ὅλη συνχύννεται Ἰερουσαλήμ;
  • Acts 21:32 - ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας, κατέδραμεν ἐπ’ αὐτούς; οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
  • Acts 21:33 - τότε ἐγγίσας, ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
  • Acts 21:34 - ἄλλοι δὲ, ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ. μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
  • Acts 21:35 - ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν, διὰ τὴν βίαν τοῦ ὄχλου.
  • Acts 21:36 - ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, αἶρε αὐτόν.
  • Acts 14:5 - ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς;
  • Acts 14:6 - συνιδόντες, κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν, καὶ Δέρβην, καὶ τὴν περίχωρον,
  • Acts 18:10 - διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
  • 2 Corinthians 4:8 - ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι; ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι;
  • 2 Corinthians 4:9 - διωκόμενοι, ἀλλ’ οὐκ ἐνκαταλειπόμενοι; καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι;
  • 2 Corinthians 4:10 - πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ;
  • 2 Timothy 3:11 - τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις; οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων, με ἐρρύσατο ὁ Κύριος.
  • Acts 22:21 - καὶ εἶπεν πρός με, πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
  • Acts 22:22 - ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον; οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν!
  • Acts 17:14 - εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ, πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν; ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ.
  • 2 Timothy 4:16 - ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐνκατέλιπον; μὴ αὐτοῖς λογισθείη.
  • 2 Timothy 4:17 - ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη; καὶ ἐρύσθην ἐκ στόματος λέοντος.
  • Ephesians 3:7 - οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι, κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
  • Ephesians 3:8 - ἐμοὶ τῷ, ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι, τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ;
  • Acts 9:29 - ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς; οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
  • Acts 9:30 - ἐπιγνόντες δὲ, οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
  • Acts 14:19 - ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
  • Acts 14:20 - κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν, ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
  • Acts 28:28 - γνωστὸν οὖν ἔστω, ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ; αὐτοὶ καὶ ἀκούσονται!
  • Acts 17:10 - οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι, εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν.
  • Acts 13:50 - οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
  • Acts 25:9 - ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ?
  • Acts 25:10 - εἶπεν δὲ ὁ Παῦλος, ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
  • Acts 25:11 - εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν; εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι!
  • Acts 9:23 - ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν;
  • Acts 9:24 - ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσιν;
  • Acts 9:25 - λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους, καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι.
  • Acts 25:3 - αἰτούμενοι χάριν κατ’ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ (ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν).
  • Acts 16:39 - καὶ ἐλθόντες, παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες, ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
  • Romans 11:13 - ὑμῖν δὲ λέγω, τοῖς ἔθνεσιν. ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
  • 1 Timothy 2:7 - εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος (ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι), διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
  • Acts 9:15 - εἶπεν δὲ πρὸς αὐτὸν ὁ Κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, τε καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ,
逐节对照交叉引用