act 26:8 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 1:37 - ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:28 - μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:29 - καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:29 - Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:30 - ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:31 - περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 22:32 - ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 18:27 - ὁ δὲ εἶπεν· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:12 - Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:13 - εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:14 - εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:15 - εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:16 - εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:17 - εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:18 - ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:19 - εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 15:20 - Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων.
  • ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:21 - ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23:6 - Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ἔκραζεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων, περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν [ἐγὼ] κρίνομαι.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25:19 - ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 4:2 - διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:30 - ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13:31 - ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες [νῦν] εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17:31 - καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17:32 - Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν· ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:40 - τοῦτον ὁ θεὸς ἤγειρεν [ἐν] τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:41 - οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10:42 - καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
逐节对照交叉引用