act 28:24 UGNT
逐节对照
交叉引用
  • Romans 3:3 - τί γάρ εἰ ἠπίστησάν τινες? μὴ ἡ ἀπιστία αὐτῶν, τὴν πίστιν τοῦ Θεοῦ καταργήσει?
  • Acts 13:48 - ἀκούοντα δὲ τὰ ἔθνη, ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.
  • Acts 13:49 - διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας.
  • Acts 13:50 - οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
  • Acts 19:8 - εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων περὶ τῆς Βασιλείας τοῦ Θεοῦ.
  • Acts 19:9 - ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου.
  • Acts 18:6 - ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπεν πρὸς αὐτούς, τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν; καθαρὸς ἐγώ. ἀπὸ τοῦ νῦν, εἰς τὰ ἔθνη πορεύσομαι.
  • Acts 18:7 - καὶ μεταβὰς ἐκεῖθεν, εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
  • Acts 18:8 - Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ; καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο.
  • Romans 11:4 - ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός? κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.
  • Romans 11:5 - οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.
  • Romans 11:6 - εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων; ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
  • Acts 17:4 - καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολὺ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
  • Acts 17:5 - ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν; καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον.
  • Acts 14:4 - ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως; καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
逐节对照交叉引用