act 3:23 UGNT
逐节对照
交叉引用
  • Hebrews 2:3 - πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας? ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;
  • 2 Thessalonians 1:7 - καὶ ὑμῖν τοῖς θλιβομένοις, ἄνεσιν μεθ’ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ’ οὐρανοῦ, μετ’ ἀγγέλων δυνάμεως αὐτοῦ,
  • 2 Thessalonians 1:8 - ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ;
  • 2 Thessalonians 1:9 - οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ;
  • Hebrews 10:39 - ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
  • John 12:48 - ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν; ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
  • Revelation 13:8 - καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὸ ὄνομα αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ Ἀρνίου, τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
  • Hebrews 12:25 - βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς, παραιτησάμενοι τὸν χρηματίζοντα, πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι;
  • John 8:24 - εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν; ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
  • John 3:18 - ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.
  • John 3:19 - αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς; ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
  • John 3:20 - πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ;
  • Mark 16:16 - Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται; ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
  • Acts 13:38 - γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες, ἀδελφοί, ὅτι διὰ τούτου, ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,
  • Acts 13:39 - ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
  • Acts 13:40 - βλέπετε οὖν, μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις:
  • Acts 13:41 - ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.
  • Hebrews 10:28 - ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει.
  • Hebrews 10:29 - πόσῳ δοκεῖτε χείρονος, ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας!
  • Hebrews 10:30 - οἴδαμεν γὰρ τὸν εἰπόντα, ἐμοὶ ἐκδίκησις; ἐγὼ ἀνταποδώσω; καὶ πάλιν, κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ.
  • Revelation 20:15 - καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.
逐节对照交叉引用