act 4:28 UGNT
逐节对照
交叉引用
  • Luke 22:22 - ὅτι ὁ Υἱὸς μὲν τοῦ Ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται.
  • Matthew 26:24 - ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται. καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
  • Matthew 26:54 - πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτως δεῖ γενέσθαι?
  • Hebrews 6:17 - ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
  • Acts 13:27 - οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν, τὰς κατὰ πᾶν Σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.
  • Acts 13:28 - καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πειλᾶτον ἀναιρεθῆναι αὐτόν.
  • Acts 13:29 - ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.
  • Acts 3:18 - ὁ δὲ Θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν, παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως.
  • 1 Peter 2:7 - ὑμῖν οὖν ἡ τιμὴ, τοῖς πιστεύουσιν; ἀπιστοῦσιν δὲ, λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,
  • 1 Peter 2:8 - καὶ, λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου; οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
  • Luke 24:44 - εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.
  • Luke 24:45 - τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. καὶ εἶπεν αὐτοῖς,
  • Luke 24:46 - ὅτι οὕτως γέγραπται, παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ;
  • Ephesians 1:11 - ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος, κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ;
  • Acts 2:23 - τοῦτον τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες ἀνείλατε.
逐节对照交叉引用