act 8:35 UGNT
逐节对照
交叉引用
  • Acts 17:18 - τινὲς δὲ καὶ τῶν Ἐπικουρίων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον, τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν? οἱ δέ, ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι; ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
  • Acts 9:20 - καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς, ἐκήρυσσεν τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
  • 2 Corinthians 6:11 - τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται.
  • Acts 17:2 - κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς, καὶ ἐπὶ Σάββατα τρία, διελέξατο αὐτοῖς ἀπὸ τῶν Γραφῶν,
  • Acts 17:3 - διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν, καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ὁ Χριστός, Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
  • 1 Corinthians 1:23 - ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν;
  • Acts 5:42 - πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον, οὐκ ἐπαύοντο, διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν, Ἰησοῦν.
  • Luke 24:44 - εἶπεν δὲ πρὸς αὐτούς, οὗτοι οἱ λόγοι μου, οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τοῖς προφήταις, καὶ ψαλμοῖς, περὶ ἐμοῦ.
  • Luke 24:45 - τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. καὶ εἶπεν αὐτοῖς,
  • Luke 24:46 - ὅτι οὕτως γέγραπται, παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ;
  • Luke 24:47 - καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ.
  • Acts 19:13 - ἐπεχείρησαν δέ τινες καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν, ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ λέγοντες, ὁρκίζω ὑμᾶς, τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.
  • Acts 26:22 - ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης, ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων, ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι, καὶ Μωϋσῆς,
  • Acts 26:23 - εἰ παθητὸς ὁ Χριστός; εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
  • Acts 10:34 - ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, ἐπ’ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ Θεός,
  • Acts 11:20 - ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες, Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν καὶ πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
  • 1 Peter 1:11 - ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας;
  • 1 Peter 1:12 - οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν, διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς Πνεύματι Ἁγίῳ, ἀποσταλέντι ἀπ’ οὐρανοῦ; εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
  • Acts 3:20 - ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν, Ἰησοῦν,
  • Ephesians 4:21 - εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ;
  • 1 Corinthians 2:2 - οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.
  • Acts 28:23 - ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο, διαμαρτυρόμενος τὴν Βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωϋσέως, καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας.
  • Matthew 5:2 - καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς λέγων,
  • Acts 18:28 - εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν, Ἰησοῦν.
  • Luke 24:27 - καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ.
逐节对照交叉引用