act 9:16 UGNT
逐节对照
交叉引用
  • Matthew 10:21 - παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον; καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
  • Matthew 10:22 - καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου; ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
  • Matthew 10:23 - ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν; ἀμὴν, γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
  • Matthew 10:24 - οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
  • Matthew 10:25 - ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ?
  • Acts 21:4 - ἀνευρόντες δὲ τοὺς μαθητὰς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά; οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα.
  • Acts 20:22 - καὶ νῦν ἰδοὺ, δεδεμένος ἐγὼ τῷ Πνεύματι, πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι, μὴ εἰδώς;
  • Acts 20:23 - πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι, λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
  • 1 Corinthians 4:9 - δοκῶ γάρ ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
  • 1 Corinthians 4:10 - ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ; ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί; ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
  • 1 Corinthians 4:11 - ἄχρι τῆς ἄρτι ὥρας, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνιτεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν,
  • 1 Corinthians 4:12 - καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν. λοιδορούμενοι, εὐλογοῦμεν; διωκόμενοι, ἀνεχόμεθα;
  • 1 Corinthians 4:13 - δυσφημούμενοι, παρακαλοῦμεν; ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.
  • Revelation 1:9 - ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν, καὶ συνκοινωνὸς ἐν τῇ θλίψει, καὶ βασιλείᾳ, καὶ ὑπομονῇ, ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
  • 2 Timothy 2:9 - ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται!
  • 2 Timothy 2:10 - διὰ τοῦτο, πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.
  • Acts 9:14 - καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
  • 2 Timothy 3:11 - τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις; οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων, με ἐρρύσατο ὁ Κύριος.
  • 1 Peter 4:14 - εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα, ἐφ’ ὑμᾶς ἀναπαύεται.
  • Matthew 24:9 - τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς; καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν, διὰ τὸ ὄνομά μου.
  • John 15:20 - μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν; εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.
  • 2 Corinthians 6:4 - ἀλλ’ ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι: ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις,
  • John 16:1 - ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε.
  • John 16:2 - ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς; ἀλλ’ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
  • John 16:3 - καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ.
  • John 16:4 - ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα αὐτῶν, μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην.
  • Matthew 5:11 - μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ’ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
  • 2 Timothy 1:12 - δι’ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι; οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν, τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
  • 1 Thessalonians 3:3 - τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι, εἰς τοῦτο κείμεθα.
  • 2 Corinthians 11:23 - διάκονοι Χριστοῦ εἰσιν? (παραφρονῶν λαλῶ), ὑπὲρ ἐγώ: ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
  • 2 Corinthians 11:24 - ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
  • 2 Corinthians 11:25 - τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;
  • 2 Corinthians 11:26 - ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις;
  • 2 Corinthians 11:27 - κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι;
  • Acts 21:11 - καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας, εἶπεν, τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
逐节对照交叉引用