act 9:6 UGNT
逐节对照
交叉引用
  • James 4:6 - μείζονα δὲ δίδωσιν χάριν. διὸ λέγει, ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
  • Philippians 2:12 - ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.
  • Romans 7:9 - ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ; ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν,
  • Luke 3:10 - καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, τί οὖν ποιήσωμεν?
  • Acts 26:16 - ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου; εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα, ὧν τε εἶδές με ὧν τε ὀφθήσομαί σοι,
  • Acts 9:15 - εἶπεν δὲ πρὸς αὐτὸν ὁ Κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν, τε καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ,
  • Acts 9:16 - ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
  • Matthew 19:30 - πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
  • Acts 22:10 - εἶπον δέ, τί ποιήσω, Κύριε? ὁ δὲ Κύριος εἶπεν πρός με, ἀναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
  • Acts 16:29 - αἰτήσας δὲ φῶτα, εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος, προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ.
  • Acts 16:30 - καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ?
  • Galatians 1:15 - ὅτε δὲ εὐδόκησεν ὁ, ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ,
  • Galatians 1:16 - ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
  • Acts 10:32 - πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος; οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως παρὰ θάλασσαν.
  • Acts 10:22 - οἱ δὲ εἶπαν, Κορνήλιος, ἑκατοντάρχης ἀνὴρ δίκαιος, καὶ φοβούμενος τὸν Θεὸν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου, μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
  • Romans 5:20 - νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα; οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,
  • Acts 24:25 - διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης, καὶ ἐγκρατείας, καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος, ὁ Φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου; καιρὸν δὲ μεταλαβὼν, μετακαλέσομαί σε.
  • Acts 24:26 - ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος, ὡμίλει αὐτῷ.
  • Romans 9:15 - τῷ Μωϋσεῖ γὰρ λέγει, ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.
  • Romans 9:16 - ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος Θεοῦ.
  • Romans 9:17 - λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.
  • Romans 9:18 - ἄρα οὖν ὃν θέλει, ἐλεεῖ, ὃν δὲ θέλει, σκληρύνει.
  • Romans 9:19 - ἐρεῖς μοι οὖν, τί οὖν ἔτι μέμφεται? τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκεν?
  • Romans 9:20 - ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ? μὴ ἐρεῖ τὸ πλάσμα, τῷ πλάσαντι, τί με ἐποίησας οὕτως?
  • Romans 9:21 - ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν?
  • Romans 9:22 - εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ, σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν;
  • Romans 9:23 - καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν,
  • Romans 9:24 - οὓς καὶ ἐκάλεσεν, ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν?
  • Acts 11:13 - ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ, σταθέντα καὶ εἰπόντα, ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
  • Acts 11:14 - ὃς λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.
  • Acts 2:37 - ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, τί ποιήσωμεν, ἄνδρες, ἀδελφοί?
  • Romans 10:3 - ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
  • Acts 10:6 - οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
  • Romans 10:20 - Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, εὑρέθην ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν; ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
  • 1 Timothy 1:14 - ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν, μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
  • 1 Timothy 1:15 - πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος: ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.
  • 1 Timothy 1:16 - ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ, εἰς ζωὴν αἰώνιον.
逐节对照交叉引用