col 1:17 UGNT
逐节对照
交叉引用
  • Revelation 1:11 - λεγούσης, ὃ βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις: εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφιαν, καὶ εἰς Λαοδίκιαν.
  • John 5:17 - ὁ δὲ ἀπεκρίνατο αὐτοῖς, ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.
  • John 5:18 - διὰ τοῦτο οὖν, μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.
  • Hebrews 13:8 - Ἰησοῦς Χριστὸς, ἐχθὲς καὶ σήμερον, ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
  • Revelation 2:8 - καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον: τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν:
  • Revelation 1:17 - καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ, ὡς νεκρός. καὶ ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ λέγων, μὴ φοβοῦ; ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος,
  • Revelation 1:8 - ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει Κύριος, ὁ Θεός, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ.
  • Acts 17:28 - ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν, τοῦ γὰρ καὶ γένος ἐσμέν.
  • Colossians 1:15 - ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως;
  • John 17:5 - καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον, εἶναι παρὰ σοί.
  • John 1:1 - ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος.
  • John 1:2 - οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
  • John 1:3 - πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν.
  • John 8:58 - εἶπεν αὐτοῖς Ἰησοῦς, ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.
  • 1 Corinthians 8:6 - ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν; καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.
  • Hebrews 1:3 - ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς.
逐节对照交叉引用