col 4:5 UGNT
逐节对照
交叉引用
  • James 1:5 - εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος, Θεοῦ, πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.
  • 1 Corinthians 14:19 - ἀλλὰ ἐν ἐκκλησίᾳ, θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
  • 1 Corinthians 14:20 - ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ, νηπιάζετε, ταῖς δὲ φρεσὶν, τέλειοι γίνεσθε.
  • 1 Corinthians 14:21 - ἐν τῷ νόμῳ γέγραπται, ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων, λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος.
  • 1 Corinthians 14:22 - ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις; ἡ δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν.
  • 1 Corinthians 14:23 - ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ, καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε?
  • 1 Corinthians 14:24 - ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
  • 1 Corinthians 14:25 - τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.
  • 1 Peter 3:1 - ὁμοίως, γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,
  • Colossians 3:16 - ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ἐν τῇ χάριτι, ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ.
  • Mark 4:11 - καὶ ἔλεγεν αὐτοῖς, ὑμῖν τὸ μυστήριον δέδοται τῆς Βασιλείας τοῦ Θεοῦ; ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται,
  • 1 Corinthians 5:12 - τί γάρ μοι τοὺς ἔξω κρίνειν? οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε?
  • 1 Corinthians 5:13 - τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
  • Matthew 10:16 - ἰδοὺ, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων; γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
  • 1 Timothy 3:7 - δεῖ δὲ καὶ, μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου.
  • Romans 16:19 - ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. ἐφ’ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
  • James 3:17 - ἡ δὲ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.
  • James 3:13 - τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν? δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
  • 1 Thessalonians 4:12 - ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.
  • Ephesians 5:15 - βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί,
  • Ephesians 5:16 - ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
  • Ephesians 5:17 - διὰ τοῦτο, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ Κυρίου.
逐节对照交叉引用