eph 5:30 NA28
逐节对照
交叉引用
  • ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:19 - καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 1:23 - ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:5 - οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:12 - Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:13 - καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:14 - Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:15 - ἐὰν εἴπῃ ὁ πούς· ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:16 - καὶ ἐὰν εἴπῃ τὸ οὖς· ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος;
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:17 - εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:18 - νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:19 - εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:20 - νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:21 - οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν· χρείαν ὑμῶν οὐκ ἔχω·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:22 - ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:23 - καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:24 - τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἀλλ’ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:25 - ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:26 - καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται [ἓν] μέλος, συγχαίρει πάντα τὰ μέλη.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:27 - Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 6:15 - οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο.
逐节对照交叉引用