eph 5:30 UGNT
逐节对照
交叉引用
  • Colossians 2:19 - καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
  • Ephesians 1:23 - ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
  • Romans 12:5 - οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, τὸ δὲ καθ’ εἷς ἀλλήλων μέλη.
  • 1 Corinthians 12:12 - καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός.
  • 1 Corinthians 12:13 - καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.
  • 1 Corinthians 12:14 - καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
  • 1 Corinthians 12:15 - ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
  • 1 Corinthians 12:16 - καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος; οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
  • 1 Corinthians 12:17 - εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή? εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις?
  • 1 Corinthians 12:18 - νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.
  • 1 Corinthians 12:19 - εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα?
  • 1 Corinthians 12:20 - νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
  • 1 Corinthians 12:21 - οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, χρείαν σου οὐκ ἔχω; ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω.
  • 1 Corinthians 12:22 - ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν;
  • 1 Corinthians 12:23 - καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν; καὶ τὰ ἀσχήμονα ἡμῶν, εὐσχημοσύνην περισσοτέραν ἔχει;
  • 1 Corinthians 12:24 - τὰ δὲ εὐσχήμονα ἡμῶν, οὐ χρείαν ἔχει. ἀλλὰ ὁ Θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ, περισσοτέραν δοὺς τιμήν,
  • 1 Corinthians 12:25 - ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.
  • 1 Corinthians 12:26 - καὶ εἴτε πάσχει ἓν μέλος, συνπάσχει πάντα τὰ μέλη; εἴτε δοξάζεται μέλος, συνχαίρει πάντα τὰ μέλη.
  • 1 Corinthians 12:27 - ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
  • 1 Corinthians 6:15 - οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν? ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη? μὴ γένοιτο!
逐节对照交叉引用