eph 6:10 UGNT
逐节对照
交叉引用
  • 1 Peter 3:8 - τὸ δὲ τέλος, πάντες, ὁμόφρονες, συνπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες;
  • 2 Corinthians 13:11 - λοιπόν ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν.
  • Philippians 3:1 - τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.
  • Philippians 4:8 - τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε.
  • 2 Timothy 2:1 - σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.
  • 2 Timothy 4:17 - ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη; καὶ ἐρύσθην ἐκ στόματος λέοντος.
  • 2 Corinthians 12:9 - καὶ εἴρηκέν μοι, ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
  • 2 Corinthians 12:10 - διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ; ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
  • Colossians 1:11 - ἐν πάσῃ δυνάμει δυναμούμενοι, κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς;
  • Ephesians 3:16 - ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον;
  • 1 Peter 5:10 - ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει.
  • 1 Corinthians 16:13 - γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
  • Ephesians 1:19 - καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
  • Philippians 4:13 - πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.
逐节对照交叉引用