eph 6:2 UGNT
逐节对照
交叉引用
  • Mark 7:9 - καὶ ἔλεγεν αὐτοῖς, καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
  • Mark 7:10 - Μωϋσῆς γὰρ εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου; καί, ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.
  • Mark 7:11 - ὑμεῖς δὲ λέγετε, ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, κορβᾶν, (ὅ ἐστιν δῶρον), ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
  • Mark 7:12 - οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί,
  • Mark 7:13 - ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
  • Matthew 15:4 - ὁ γὰρ Θεὸς ἐνετείλατο λέγων, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.
  • Matthew 15:5 - ὑμεῖς δὲ λέγετε, ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
  • Matthew 15:6 - οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ. καὶ ἠκυρώσατε τὸν λόγον τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
  • Romans 13:7 - ἀπόδοτε πᾶσι τὰς ὀφειλάς: τῷ τὸν φόρον, τὸν φόρον; τῷ τὸ τέλος, τὸ τέλος; τῷ τὸν φόβον, τὸν φόβον; τῷ τὴν τιμὴν, τὴν τιμήν.
逐节对照交叉引用