gal 1:24 UGNT
逐节对照
交叉引用
  • Colossians 1:3 - εὐχαριστοῦμεν τῷ Θεῷ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
  • Colossians 1:4 - ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους,
  • Acts 21:19 - καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ’ ἓν ἕκαστον, ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
  • Acts 21:20 - οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεόν; εἶπόν τε αὐτῷ, θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν.
  • 2 Corinthians 9:13 - διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης, δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας;
  • 2 Thessalonians 1:10 - ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ’ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
  • 2 Thessalonians 1:12 - ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ, ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
  • Matthew 9:8 - ἰδόντες δὲ, οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν Θεὸν, τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
  • Luke 15:32 - εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος, νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.
  • Acts 11:18 - ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν καὶ ἐδόξασαν τὸν Θεὸν λέγοντες, ἄρα καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
  • Luke 2:14 - δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας!
  • Luke 7:16 - ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες, ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν! καὶ, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ!
  • Luke 15:10 - οὕτως λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
逐节对照交叉引用