gal 1:5 UGNT
逐节对照
交叉引用
  • Ephesians 1:12 - εἰς τὸ εἶναι ἡμᾶς, εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ;
  • Revelation 7:12 - λέγοντες, ἀμήν! ἡ εὐλογία, καὶ ἡ δόξα, καὶ ἡ σοφία, καὶ ἡ εὐχαριστία, καὶ ἡ τιμὴ, καὶ ἡ δύναμις, καὶ ἡ ἰσχὺς, τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν!
  • Luke 2:14 - δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας!
  • Revelation 5:12 - λέγοντες φωνῇ μεγάλῃ, ἄξιόν ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον, λαβεῖν τὴν δύναμιν, καὶ πλοῦτον, καὶ σοφίαν, καὶ ἰσχὺν, καὶ τιμὴν, καὶ δόξαν, καὶ εὐλογίαν!
  • 1 Timothy 1:17 - τῷ δὲ Βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ, τιμὴ καὶ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν!
  • 2 Peter 3:18 - αὐξάνετε δὲ ἐν χάριτι, καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος, Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ἀμήν!
  • 2 Timothy 4:18 - ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον; ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν!
  • Matthew 6:13 - καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
  • 1 Peter 5:11 - αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν!
  • Revelation 14:7 - λέγων ἐν φωνῇ μεγάλῃ, φοβήθητε τὸν Θεὸν, καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ θάλασσαν, καὶ πηγὰς ὑδάτων.
  • Romans 16:27 - μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν!
  • Philippians 4:20 - τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν!
  • Matthew 28:20 - διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. καὶ ἰδοὺ, ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.
  • Revelation 4:9 - καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν, καὶ τιμὴν, καὶ εὐχαριστίαν, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
  • Revelation 4:10 - πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,
  • Revelation 4:11 - ἄξιος εἶ, ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν, καὶ ἐκτίσθησαν.
  • Hebrews 13:21 - καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν!
  • Jude 1:25 - μόνῳ Θεῷ Σωτῆρι ἡμῶν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δόξα, μεγαλωσύνη, κράτος, καὶ ἐξουσία, πρὸ παντὸς τοῦ αἰῶνος, καὶ νῦν, καὶ εἰς πάντας τοὺς αἰῶνας. ἀμήν!
  • Romans 11:36 - ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν, τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν!
逐节对照交叉引用