gal 2:10 NA28
逐节对照
交叉引用
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 2:15 - ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι ὦσιν τῆς ἐφημέρου τροφῆς,
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 2:16 - εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:25 - Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:26 - εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15:27 - εὐδόκησαν γὰρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11:29 - τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 11:30 - ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 16:1 - Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 16:2 - κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:1 - Γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:2 - ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:3 - ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:4 - μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους,
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:5 - καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ’ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ κυρίῳ καὶ ἡμῖν διὰ θελήματος θεοῦ
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:6 - εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:7 - Ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:8 - Οὐ κατ’ ἐπιταγὴν λέγω ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 8:9 - γινώσκετε γὰρ τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
  • ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:16 - τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:17 - δι’ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
逐节对照交叉引用