gal 2:10 UGNT
逐节对照
交叉引用
  • James 2:15 - ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν, καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς,
  • James 2:16 - εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος?
  • Romans 15:25 - νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
  • Romans 15:26 - εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα, κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.
  • Romans 15:27 - εὐδόκησαν γάρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν; εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
  • Acts 11:29 - τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν, πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς;
  • Acts 11:30 - ὃ καὶ ἐποίησαν, ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.
  • 1 Corinthians 16:1 - περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
  • 1 Corinthians 16:2 - κατὰ μίαν σαββάτου, ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω, τότε λογεῖαι γίνωνται.
  • 2 Corinthians 8:1 - γνωρίζομεν δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας,
  • 2 Corinthians 8:2 - ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως, ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν, ἐπερίσσευσεν εἰς τὸ πλοῦτος τῆς ἁπλότητος αὐτῶν.
  • 2 Corinthians 8:3 - ὅτι κατὰ δύναμιν μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι
  • 2 Corinthians 8:4 - μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους.
  • 2 Corinthians 8:5 - καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ’ ἑαυτοὺς ἔδωκαν, πρῶτον τῷ Κυρίῳ, καὶ ἡμῖν, διὰ θελήματος Θεοῦ.
  • 2 Corinthians 8:6 - εἰς τὸ παρακαλέσαι ἡμᾶς Τίτον, ἵνα καθὼς προενήρξατο, οὕτως καὶ ἐπιτελέσῃ εἰς ὑμᾶς καὶ τὴν χάριν ταύτην.
  • 2 Corinthians 8:7 - ἀλλ’ ὥσπερ ἐν παντὶ περισσεύετε, πίστει, καὶ λόγῳ, καὶ γνώσει, καὶ πάσῃ σπουδῇ, καὶ τῇ ἐξ ἡμῶν ἐν ὑμῖν ἀγάπῃ, ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε.
  • 2 Corinthians 8:8 - οὐ κατ’ ἐπιταγὴν λέγω, ἀλλὰ διὰ τῆς ἑτέρων σπουδῆς, καὶ τὸ τῆς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων.
  • 2 Corinthians 8:9 - γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ὑμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσητε.
  • Hebrews 13:16 - τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε; τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
  • Acts 24:17 - δι’ ἐτῶν δὲ πλειόνων, ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην καὶ προσφοράς
逐节对照交叉引用