gal 2:15 UGNT
逐节对照
交叉引用
  • John 8:39 - ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς, εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε;
  • John 8:40 - νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ; τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
  • John 8:41 - ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν οὖν αὐτῷ, ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα; ἕνα Πατέρα ἔχομεν, τὸν Θεόν.
  • Matthew 3:7 - ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς?
  • Matthew 3:8 - ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας.
  • Matthew 3:9 - καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ; λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
  • Romans 4:16 - διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν, τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστιν πατὴρ πάντων ἡμῶν;
  • Acts 22:21 - καὶ εἶπεν πρός με, πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
  • Philippians 3:4 - καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον:
  • Mark 7:26 - ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
  • Mark 7:27 - καὶ ἔλεγεν αὐτῇ, ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα; οὐ γάρ ἐστιν καλόν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ τοῖς κυναρίοις βαλεῖν.
  • Mark 7:28 - ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, ναί, Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
  • Matthew 9:11 - καὶ ἰδόντες, οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν?
  • Romans 3:9 - τί οὖν? προεχόμεθα? οὐ πάντως; προῃτιασάμεθα γὰρ, Ἰουδαίους τε καὶ Ἕλληνας, πάντας ὑφ’ ἁμαρτίαν εἶναι.
  • Ephesians 2:11 - διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς, τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
  • Ephesians 2:12 - ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
  • Titus 3:3 - ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
  • Ephesians 2:3 - ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν; καὶ ἤμεθα τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.
逐节对照交叉引用